Add parallel Print Page Options

Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [a]καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν [b]ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ [c]αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:3 καὶ κυρίου ἡμῶν Treg RP] ἡμῶν καὶ κυρίου WH NIV
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:4 ὑπὲρ WH NIV] περὶ Treg RP
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:4 αἰῶνος τοῦ ἐνεστῶτος WH Treg NIV] ἐνεστῶτος αἰῶνος RP